Εἰς τὸ ὄνομα τοῦ Πατρός,
καὶ τοῦ Ὑιοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος. Ἀμήν.
Κύριε ὁ Θεὸς ἠμῶν, τῆς ἀληθοῦς σοφίας ὁδηγὲ καὶ φρονήσεως χορηγέ, κατάπεμψον ἐφ᾿ ἡμᾶς, τοὺς παῖδάς σου, πνεῦμα σοφίας, εὐσεβείας καὶ φόβου Σου, καὶ φώτισον τοὺς ὀφθαλμοὺς τῶν ψυχῶν ἠμῶν, τῷ φωτὶ τῆς σῆς Θεογνωσίας, ὅπως προκόπτωμεν σοφίᾳ καὶ ἀρετῇ, εἰς δόξαν καὶ τιμὴν τοῦ παναγίου Σου ὀνόματος.
Πᾶσα γὰρ δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον, ἄνωθέν ἐστι καταβαῖνον ἐκ Σοῦ, τοῦ Πατρὸς τῶν Φώτων .
Δι᾿ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός,
ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.